Τετάρτη 29 Νοεμβρίου 2023

Δόξα σοι τῷ δείξαντι τὸ φῶς...

Δόξα Σοι τῷ δείξαντι τὸ φῶς.
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία.
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. 
Ἀμήν.

Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. 
Ἀμήν.

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, 
Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ.
Ἐγὼ εἶπα, Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 
Ἀμήν.
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Κυριακή 4 Ιουνίου 2023

«Βασιλεῦ οὐράνιε...» - Θρασύβουλος Στανίτσας

Δοξαστικό των Αίνων Κυριακής της Πεντηκοστής

Βασιλεῦ οὐράνιε, Παράκλητε,
τὸ Πνεῦμα τῆς ἀληθείας,
ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν,
ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός,
ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν,
καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος,
καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Τ' Ουρανού Βασιλιά, Παρηγορητή, της Αλήθειας το Πνεύμα,
που βρίσκεσαι παντού και όλα τα γεμίζεις με την παρουσία Σου, 
που το θησαυροφυλάκιο είσαι των Αγαθών και Ζωή χορηγείς,
έλα και κατασκήνωσε μέσα μας
και καθάρισέ μας από κάθε αμαρτία
και σώσε, Αγαθέ, τις ψυχές μας.
Αμήν.
(απόδοση: Βασιλική Π. Δεδούση)

Τετάρτη 12 Απριλίου 2023

Πόρνη προσῆλθε σοι...

Κάθισμα
Ἦχος γ’
Πόρνη προσῆλθέ σοι, μύρα σὺν δάκρυσι, 
κατακενοῦσά σου ποσὶ Φιλάνθρωπε, 
καὶ δυσωδίας τῶν κακῶν, λυτροῦται τῇ κελεύσει σου, 
πνέων δὲ τὴν χάριν σου, μαθητής ὁ ἀχάριστος, 
ταύτην ἀποβάλλεται, καὶ βορβόρῳ συμφύρεται, 
φιλαργυρίᾳ ἀπεμπολῶν σε. 
Δόξα Χριστὲ τῇ εὐσπλαγχνίᾳ σου.

Μιὰ πόρνη γυναίκα σὲ πλησίασε, φιλάνθρωπε Κύριε, 
καὶ ἄδειασε στὰ πόδια σου ἀρώματα ἀνακατεμένα μὲ δάκρυα. 
Καὶ τὴ στιγμὴ ἐκείνη λυτρώθηκε μὲ τὸ πρόσταγμά σου 
ἀπὸ τὴ δυσωδία τῶν ἁμαρτημάτων της. 
Ἀντίθετα ὁ Ἰούδας, ὁ ἀχάριστος μαθητής, 
ἂν καὶ ἀνέπνεε τὴν εὐωδία της χάριτός σου, 
ἀπέβαλε αὐτὴ καὶ ἀναμίχτηκε 
μὲ τὴν ἀναθυμίαση τοῦ βορβόρου τῆς ἁμαρτίας, 
πουλώντας σε ἀπὸ φιλαργυρία. 
Δόξα, Χριστέ, στὴν εὐσπλαχνία σου!

Κυριακή 9 Απριλίου 2023

Ἰδού ὁ Νυμφίος ἔρχεται...

«Ἰδού ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός 
καί μακάριος ὁ δοῦλος, ὅν εὑρήσει γρηγοροῦντα·
ἀνάξιος δέ πάλιν, ὅν εὑρήσει ῥαθυμοῦντα. 
Βλέπε οὖν ψυχή μου, μή τῷ ὕπνῳ κατενεχθῇς, 
ἵνα μή τῷ θανάτῳ παραδοθῇς, 
καί τῆς Βασιλείας ἔξω κλεισθῇς· 
ἀλλά ἀνάνηψον κράζουσα· 
Ἅγιος, ἅγιος, ἅγιος εἶ ὁ Θεός ἡμῶν, 
προστασίαις τῶν ἀσωμάτων, σῶσον ἡμᾶς.»
ΕΡΜΗΝΕΙΑ

Τρίτη 7 Μαρτίου 2023

«Κύριε τῶν Δυνάμεων... »

Κύριε τῶν Δυνάμεων, μεθ᾿ ἡμῶν γενοῦ,
ἄλλον γὰρ ἐκτός Σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν.
Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς.


Κύριε των Δυνάμεων, στο 
πλάι μας στάσου,
γιατί συμπαραστάτη άλλον από Σένα, 
στις θλίψεις μας, δεν έχουμε.
Κύριε των Δυνάμεων, ελέησέ μας.
«Κύριε τῶν Δυνάμεων…»
    Τo αγαπημένο τροπάριο του Μεγάλου Αποδείπνου, που ψάλλεται αντιφωνικώς μετά στίχου σε ήχο πλάγιο του δευτέρου σκληρό χρωματικό, σε μελοποίηση Πέτρου Λαμπαδαρίου του Πελοποννησίου, όπως τα εξέδωσε στο Ταμείο Ανθολογίας του ο Χουρμούζιος Χαρτοφύλακας.
    Oι δύο τελευταίοι στίχοι είναι μελοποιημένες διασκευές από τον Άρχοντα Πρωτοψάλτη της Αγίας του Χριστού Μεγάλης Εκκλησίας Θρασύβουλο Στανίτσα († 1987), που εξέδωσε στο Μουσικὸν Τριῴδιον (Αθήνα 1969). 
    Φανερώνει την αίσθηση της ανθρώπινης αδυναμίας και την εκζήτηση της άνωθεν καταπεμπομένης δυνάμεως του Τριαδικού Θεού, του Θεού των Δυνάμεων, του Κυρίου Σαββαώθ. 
“Lord of angelic hosts” is a beloved hymn of the Great Compline, because it expresses the frailty of our human weakness crying out to the strength of the Triune God, the God of angelic powers, the Lord Sabaoth. It is chanted antiphonally (i.e., with the verses alternating between the two choirs), in the Plagal of the Second Tone. 
    The musical composition is by Petros Lampadarios, taken from Chourmouzios Chartophylax’s Anthology. Note that the fourth and fifth verses are from the Musical Triodion (Athens, 1969) of the Archon Protopsaltis of the Great Church of Christ, Thrasyvoulos Stanitsas († 1987). 

    Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς. 

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. 
Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς. 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείας αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. 
Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς. 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. 
Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς. 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. 
Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς. 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 
Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς. 

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. 
Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς.

Αμήν

Κυριακή 5 Μαρτίου 2023

Δαυΐδ, Ψαλμὸς 076 — «Τα Μπλουζ Της Ψυχής Μου» — ... τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν;


ΦΩΝῌ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι. 

ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα, ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην· ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου. 

ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην· ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. (διάψαλμα). 

προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην καὶ οὐκ ἐλάλησα. 

διελογισάμην ἡμέρας ἀρχαίας, καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα· 

νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλε τὸ πνεῦμά μου. 

μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; 

ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει; συνετέλεσε ρῆμα ἀπὸ γενεᾶς εἰς γενεάν; 

μὴ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεός; ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; (διάψαλμα). 

καὶ εἶπα· νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ῾Υψίστου. 
ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου 

καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω. 

ὁ Θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; 
σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· 

ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς ᾿Ιακὼβ καὶ ᾿Ιωσήφ. (διάψαλμα). 

εἴδοσάν σε ὕδατα, ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι,

πλῆθος ἤχους ὑδάτων, φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται· 

φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ, ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. 

ἐν τῇ θαλάσσῃ αἱ ὁδοί σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. 

ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωϋσῆ καὶ ᾿Ααρών.

Τετάρτη 20 Απριλίου 2022

Σήμερον τό κατά τοῦ Χριστοῦ πονηρόν συνήχθη συνέδριον...

... καὶ κατ’ αὐτοῦ κενὰ ἐβουλεύσατο, 
παραδοῦναι Πιλάτῳ εἰς θάνατον τὸν ἀνεύθυνον. 

Σήμερον τὸ κατὰ τοῦ Χριστοῦ πονηρὸν συνήχθη συνέδριον, 
καὶ κατ’ αὐτοῦ κενὰ ἐβουλεύσατο, 
παραδοῦναι Πιλάτῳ εἰς θάνατον τὸν ἀνεύθυνον. 
Σήμερον τὴν τῶν χρημάτων ἀγχόνην, 
Ἰούδας ἑαυτῷ περιτίθησι, καὶ στερεῖται κατ’ ἄμφω, 
ζωῆς προσκαίρου καὶ θείας. 
Σήμερον Καϊάφας, ἄκων προφητεύει, 
Συμφέρει λέγων, ὑπὲρ τοῦ λαοῦ ἕνα ἀπολέσθαι, 
ἦλθε γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν τοῦ παθεῖν, 
ἵνα ἡμᾶς ἐλευθερώσῃ, 
ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, 
ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Τρίτη 19 Απριλίου 2022

«Ὢ τῆς Ἰούδα ἀθλιότητος»

ἰδιόμελο τῶν Αἴνων, ἦχος α´, 
μέλος Πέτρου Λαμπαδαρίου Ἦχος ὁ αὐτός 
Στίχ.: 
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, 
αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. 
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 
Ὤ τῆς Ἰούδα ἀθλιότητος! 
ἐθεώρει τὴν Πόρνην φιλοῦσαν τὰ ἴχνη, 
καὶ ἐσκέπτετο δόλῳ, τῆς προδοσίας τὸ φίλημα· 
ἐκείνη τοὺς πλοκάμους διέλυσε, 
καὶ οὗτος τῷ θυμῷ ἐδεσμεῖτο, 
φέρων ἀντὶ μύρου, τὴν δυσώδη κακίαν· 
φθόνος γὰρ οὐκ οἶδε, προτιμᾶν τὸ συμφέρον. 
Ὢ τῆς Ἰούδα ἀθλιότητος! 
ἀφ᾿ ἧς ῥῦσαι ὁ Θεὸς τὰς ψυχὰς ἡμῶν.

Η Πόρνη και ο μαθητής...

αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, 
οὗτος τοῦ Δεσπότου ἐχωρίζετο, 
αὕτη ἠλευθεροῦτο, 
καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ, 
Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον, 
τότε ὁ μαθητής, συνεφώνει τοῖς παρανόμοις, 
ἡ μὲν ἔχαιρε κενοῦσα τὸ πολύτιμον, 
ὁ δὲ ἔσπευδε πωλῆσαι τὸν ἀτίμητον, 
αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, 
οὗτος τοῦ Δεσπότου ἐχωρίζετο, 
αὕτη ἠλευθεροῦτο, 
καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ, 
δεινὸν ἡ ῥαθυμία! 
μεγάλη ἡ μετάνοια! 
ἣν μοι δώρησαι Σωτήρ, 
ὁ παθὼν ὑπὲρ ἡμῶν, 
καὶ σῶσον ἡμᾶς.

Πόρνη προσῆλθέ σοι μύρα σὺν δάκρυσι 
κατακενούσά σου ποσί, φιλάνθρωπε, 
καὶ δυσωδίας τῶν κακῶν λυτροῦται τῇ κελεύσει σου 
πνέων δὲ τὴν χάριν σου μαθητὴς ὁ ἀχάριστος 
ταύτην ἀποβάλλεται καὶ βορβόρῳ συμφύρεται, 
φιλαργυρίᾳ ἀπεμπολῶν σέ. 
Δόξα, Χριστέ, τῇ εὐσπλαγχνίᾳ σου


Δευτέρα 18 Απριλίου 2022

Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου...

Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου, 
πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; 
ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, 
ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, 
καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων, 
καθάρισον Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου, 
καὶ σῶσόν με ὡς φιλάνθρωπος.

Πέμπτη 5 Αυγούστου 2021

ΜΙΚΡΟΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Ἱερεὺς Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Ψαλμὸς 142

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν

ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος

καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου

ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων

διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι

ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον

ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου

ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον

δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ

ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου

καὶ ἐν τῷ ἐλέει σου ἐξολoθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.

 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ,

καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με,

καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη,

καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

 

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,

εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα... Καὶ νῦν...

Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμὸς 50

Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου

ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με

ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς

σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε

ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου·

ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι

ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα

ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον

καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου

μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ

ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με

διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι

ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου

Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου

ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις

θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει

ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ

τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους

 

Ἦχος πλ. δ' ᾨδὴ α' Ὁ Εἱρμὸς    ΤΟ ΑΚΟΥΤΕ

Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

 

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

 

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

Δόξα...

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

Καὶ νῦν...

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

 

ᾨδὴ γ' Ὁ Εἱρμὸς   ΤΟ ΑΚΟΥΤΕ

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

 

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.

 

Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

Δόξα...

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

Καὶ νῦν....

Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

 

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

 

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα Ἦχος β'

Τὰ ἄνω ζητῶν   ΤΟ ΑΚΟΥΤΕ

Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

 

ᾨδὴ δ'   ΤΟ ΑΚΟΥΤΕ

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

 

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

 

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.

Δόξα...

Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.

Καὶ νῦν...

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.

 

ᾨδὴ ε'   ΤΟ ΑΚΟΥΤΕ

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.

 

Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.

 

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Δόξα...

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

Καὶ νῦν...

Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.

 

ᾨδὴ ς'   ΤΟ ΑΚΟΥΤΕ

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.

 

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

 

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Δόξα...

Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Καὶ νῦν...

Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

 

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

 

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

 

ερες

λησον μς Θες καττμγα λες Σου, δεόμεθΣου, ἐπκουσον καὶ ἐλησον. Κριε λησον (3)

τι δεόμεθα πρ του Ἀρχιεπισκπου μν (δεινός) καπσης της ἐν Χριστῷ ἡμν δελφτητος. Κριε λησον (3)

τι δεόμεθα πρ λους, ζωῆς, εἰρνης, ὑγεας, σωτηρας, ἐπισκψεως, συγχωρήσεως καὶ ἀφσεως των ἁμαρτιν των δούλων του Θεοῦ, πντων των εὐσεβν καὶ ὀρθοδξων χριστιανν, των κατοικούντων καὶ παρεπιδημοντων ν τη (κώνῃ, πόλη) τατη, των νοριτν, ἐπιτρπων, συνδορομητῶν καὶ ἀφειρωτν του ἁγου ναοῦ τοτου. Κριε λησον (3)

τι δεόμεθα πρ των δούλων του Θεοῦ, (ὀνματα).

τι λεμων καὶ φιλνθρωπος Θεὸς πρχεις, καὶ σοτν δόξαν ναπμπομεν, τῷ ΠατρκατΥἱῷ κατῷ Ἁγίῳ Πνεματι, νν καὶ ἀεκαες τους αἰῶνας των αἰώνων. μν.

 

Κάθισμα Ἦχος β'

Τὰ ἄνω ζητῶν   ΤΟ ΑΚΟΥΤΕ

Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

 

ᾨδὴ δ'   ΤΟ ΑΚΟΥΤΕ

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

 

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

 

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.

Δόξα...

Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.

Καὶ νῦν...

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.

 

ᾨδὴ ε'   ΤΟ ΑΚΟΥΤΕ

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.

 

Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.

 

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

Δόξα...

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

Καὶ νῦν...

Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.

 

ᾨδὴ ς'   ΤΟ ΑΚΟΥΤΕ

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.

 

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

 

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Δόξα...

Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα· Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Καὶ νῦν...

Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

 

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.

 

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

 

ερες

λησον μς Θες καττμγα λες Σου, δεόμεθΣου, ἐπκουσον καὶ ἐλησον. Κριε λησον (3)

τι δεόμεθα πρ του Ἀρχιεπισκπου μν (δεινός) καπσης της ἐν Χριστῷ ἡμν δελφτητος. Κριε λησον (3)

τι δεόμεθα πρ λους, ζωῆς, εἰρνης, ὑγεας, σωτηρας, ἐπισκψεως, συγχωρήσεως καὶ ἀφσεως των ἁμαρτιν των δούλων του Θεοῦ, πντων των εὐσεβν καὶ ὀρθοδξων χριστιανν, των κατοικούντων καὶ παρεπιδημοντων ν τη (κώνῃ, πόλη) τατη, των νοριτν, ἐπιτρπων, συνδορομητῶν καὶ ἀφειρωτν του ἁγου ναοῦ τοτου. Κριε λησον (3)

τι δεόμεθα πρ των δούλων του Θεοῦ, (ὀνματα).

τι λεμων καὶ φιλνθρωπος Θεὸς πρχεις, καὶ σοτν δόξαν ναπμπομεν, τῷ ΠατρκατΥἱῷ κατῷ Ἁγίῳ Πνεματι, νῦν καὶ ἀεκαες τους αἰῶνας των αἰώνων. μν.

 

Κοντάκιον Ἦχος β'  ΤΟ ΑΚΟΥΤΕ

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε. Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

 

Α' Ἀντφωνον

χος δ'

κ νεότητς μου, πολλὰ πολεμεμπθη, ἀλλ' αὐτς ντιλαβοῦ, καὶ σσον, Σωτήρ μου. (δίς)

 

Ομισοντες Σιών, ασχνθητε πτοΚυρου, ὦς χρτος γάρ, πυρὶ ἔσεσθε πεξηραμμνοι. (δίς)

Δξα...

γω Πνεύματι, πᾶσα ψυχὴ ζωοται, καὶ καθρσει ψοται, λαμπρύνεται τΤριαδικμονδι, ἱεροκρυφως.

Κανν...

γω Πνεύματι, ἀναβλζει ττς χάριτος εθρα, ἀρδεοντα πασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

 

Προκεμενον

Μνησθσομαι τοῦ ὀνματς σου ν πάσγενεκαγενεά.

Στχ. Ακουσον, θύγατερ, καὶ ἴδε, καὶ κλνον τὸ ος σου, καὶ ἐπιλθου τοῦ λαοσου, καὶ τοοκου τοπατρς σου, καὶ ἐπιθυμσει Βασιλες τοῦ κλλους σου.

 

Τοῦ ὀνματς σου ἐν πάσγενεκαγενεμνησθσομαι.

 

ερες Καὶ ὑπρ του καταξιωθῆναι μς της ἀκροσεως του ἁγου Εὐαγγελου, Κριον τὸν Θεὸν μν κετεσωμεν.

Χορς Κριε, ἐλησον (γ').

ερες Σοφα. Ὀρθοῖ, ἀκοσωμεν τοῦ ἁγου Εαγγελου.

ερες Ερνη πσι.

Χορς ΚατΠνεματσου.

ερες κ τοκατΛουκν γου Εὐαγγελου...

ερες Πρσχωμεν.

Χορς Δξα σοί, Κύριε, δόξα σοί.

 

Ἀναστάσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ, καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλία αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνὴ μεγάλη, καὶ εἶπεν, Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοὶ τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὤτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλία μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοὶς λελαλημένοις αὐτὴ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ, Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῶ Θεῷ τῶ σωτήρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γάρ, ἀπὸ τοῦ νὺν μακαριούσί με πᾶσαι αἱ γενεαί. ὅτι ἐποίησέ μοὶ μεγάλεία ὁ δυνατός, καὶ ἅγιον τὸ τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτὴ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

 

Δόξα... Ἦχος β'

Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νύν...

Ταὶς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

 

Ἦχος πλ. β'

Ὅλην ἀποθέμενοι   ΤΟ ΑΚΟΥΤΕ

Μὴ καταπιστεύσῃς με, ἀνθρωπίνη προστασία, Παναγία δέσποινα, ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου· θλίψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου· Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.

Ἕτερα Θεοτοκία

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

 

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

 

Ἱερεὺς Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου: ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰτιρμοίς: ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια: πρεσβείαις της παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας: δυνάμει του τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις των τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις του τιμίου, ἐνδόξου, προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, των ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. των ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου του Μεγάλου, Γρηγορίου του Θεολόγου καὶ Ἰωάννου του Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου του Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας: Νικολάου του ἐν Μύροις της Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου της Πενταπόλεως, των θαυματουργῶν. των ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλύτου, Θεοδώρου του Τήρωνος, καὶ Θεοδώρου του Στρατηλάτου καὶ Μηνᾶ του θαυμαρτουργοῦ, των ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου: των ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς Φωτηνής, Μαρίνης: Παρασκευῆς καὶ Εἰρήνης: των ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, των ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), των ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου των Ἁγίων. ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν των ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

 

Χορὸς Κύριε, ἐλέησον (ιβ')

 

Ἱερεὺς Ἐλέει, καὶ οἰκτιρμοίς, καὶ φιλανθρωπία του μονογενοῦς σου Υἱοῦ, μεθ οὐ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῶ καὶ ζωοποίω σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Χορὸς Ἀμήν.

 

ᾨδὴ ζ'   ΤΟ ΑΚΟΥΤΕ

Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

 

Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴ κησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

 

Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Δόξα...

Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Καὶ νῦν...

Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.

 

ᾨδὴ η'   ΤΟ ΑΚΟΥΤΕ

Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.

 

Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.

Δόξα...

Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.

Καὶ νύν...

Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ'   ΤΟ ΑΚΟΥΤΕ

Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.

 

Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.

 

Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.

 

Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.

Δόξα...

Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.

Καὶ νῦν...

Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.

 

Μεγαλυνρια

ξιν στιν ς ληθς, μακαρίζειν σὲ τν Θεοτόκον, τν ειμακριστον καὶ παναμμητον, καὶ Μητρα τοῦ Θεοῦ ἡμν.

 

Τν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτραν συγκρτως τῶν Σεραφεμ, τὴν διαφθρως Θεὸν Λόγον τεκοσαν, τὴν ντως Θεοτόκον, σὲ μεγαλνομεν.

 

Τν ψηλοτραν τῶν ορανν, καὶ καθαρωτραν λαμπηδόνων λιακν, τὴν λυτρωσαμένην μς κ τς κατάρας, τὴν Δέσποιναν τοῦ κσμου, ὕμνοις τιμήσωμεν.

 

πτν πολλῶν μου ἁμαρτιν, ἀσθενετσμα, ἀσθενεμου καὶ ἡ ψυχή, πρὸς σὲ καταφεγω τὴν Κεχαριτωμένην, ἐλπς πηλπισμνων, σὺ μοβοθησον.

 

Δσποινα καὶ μτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξων σῶν κετν, ἵνα μεσιτεύσης πρὸς τὸν κ σοτεχθντα. Ὧ Δσποινα, τοῦ κσμου γενομεστρια.

 

Ψλλομεν προθύμως σοὶ τν δν, νὺν τὴ πανυμντω, Θεοτόκω χαρμονικς, μετὰ τοΠροδρμου, καὶ πντων τν γων, δυσώπει, Θεοτόκε, τοῦ οκτειρσαι μς.

 

λαλα τὰ χελη τῶν σεβν, τῶν μὴ προσκυνοντων, τὴν εκνα σου τὴν σεπτήν, τὴν στορηθεσαν, ὑπτοῦ ἀποστλου, Λουκᾶ ἱερωττου, τὴν δηγτριαν.

 

Πσαι τῶν γγλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστλων δωδεκς, οἱ Ἅγιοι Πάντες, μετὰ τς Θεοτκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθναι μς.

 

Τρισγιον

γιος Θες, Ἅγιος σχυρς, Ἅγιος θνατος, ἐλησον μς. (γ')

Δξα... Κανν...

Παναγα Τριάς, ἐλησον μς.

Κριε, ἱλσθητι ταὶς μαρταις μν.

Δσποτα, συγχώρησον τὰς νομας μν.

γιε, ἐπσκεψαι καὶ ἴασαι τς σθενεας μν,

νεκεν τοῦ ὀνματς σου.

 

Κριε, ἐλησον. Κύριε, ἐλησον, Κύριε, ἐλησον.

Δξα... Κανν...

Πτερ μν ὁ ἐν τοῖς ορανος, ἁγιασθτω τὸ ὄνομσου, ἐλθτω βασιλεα σου, γενηθήτω τὸ θλημσου, ὦς ν οὐρανῷ, καὶ ἐπτς γῆς. Τὸν ρτον μν τν πιοσιον δὸς μν σήμερον, καὶ ἄφες μν τὰ ὀφειλματα μν, ὦς καὶ ἡμες φεμεν τος φειλταις μν, καὶ μεσενγκης μς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι μς πτοπονηροῦ. Ἀμν.

 

χος πλ. β'

λησον μς, Κύριε, ἐλησον μς, πάσης γὰρ πολογας ποροντες, ταύτην σοὶ τν κεσαν, ὦς Δεσπότη, οἱ ἁμαρτωλοπροσφρομεν, ἐλεσον μς.

Δξα...

Κριε, ἐλησον μς, ἐπσογρ πεποίθαμεν, μὴ ὀργισθς μν σφόδρα, μηδὲ μνησθς τν νομιν μν, ἀλλ' ἐπβλεψον καὶ νν, ὦς εὔσπλαγχνος, καλτρωσαι μς κ τῶν χθρν μν, σὺ γρ εἶ Θες μν, καὶ ἡμες λαός σου, πάντες ργα χειρν σου, καὶ τὸ ὄνομσου πικεκλμεθα.

Κανν...

Τς εὐσπλαγχνας τὴν πύλην νοιξον μν, εὐλογημνη Θεοτόκε, ἐλπζοντες εἰς σέ, μὴ ἀστοχσωμεν, ῥυσθεημεν διὰ σοτν περιστάσεων, σγρ εἶ ἡ σωτρηρα τοῦ γνους τν χριστιανῶν.

 

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε, ἐλέησον. (3)

Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)

Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).

Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς. Κύριε, ἐλέησον. (3)

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Κύριε, ἐλέησον. (3)

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.

 

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

 

Ἦχος β'

Ὅτε ἐκ τοῦ ξύλου   ΤΟ ΑΚΟΥΤΕ

Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τὴ κραταιά σου χειρί, ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοὶ προσπίπτομεν, Ῥύσαι πάσης περιστάσεως τοὺς δούλους σου.

Ὅμοιον

Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν, ῥύσασθαι τοὺς δούλους σου.

Ἦχος πλ. δ'

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἦχος β'

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Κατὰ τὴν περίοδον τοῦ 15 Αὐγούστου εἴθισται ἵνα ψάλλωνται, ἀντὶ τῶν ἀνωτέρω Θεοτοκίων, τὰ ἑπόμενα Ἐξαποστειλάρια.

 

Ἦχος γ'

Ὁ οὐρανὸν τοῖς ἄστροις    ΤΟ ΑΚΟΥΤΕ

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανὴ τῶ χωρίω, κηδεύσατέ μου τὸ σῶμα, καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

 

Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥύσαι, τῶν αἰωνίων βασάνων.

 

Καὶ σὲ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν, μή μου ἐλέγξη τὰς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων, παρακαλῶ σε, Παρθένε, βοήθησόν μοὶ ἐν τάχει.

 

Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην;

 

Ἱερεὺς Δι' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΚΟΡΙΝΘΟΥ 

Βασιλεία τῶν Οὐρανῶν